Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.45 Dem. 22.50 (English) >>Dem. 22.53

22.48οὗτος Εὐκτήμονα φήσας τὰς ὑμετέρας ἔχειν εἰσφορὰς καὶ τοῦτʼ ἐξελέγξειν παρʼ αὑτοῦ καταθήσειν, καταλύσας ψηφίσματι κληρωτὴν ἀρχὴν ἐπὶ τῇ προφάσει ταύτῃ, ἐπὶ τὴν εἴσπραξιν παρέδυ. δημηγορίαν δʼ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, τὰ πομπεῖα κατακόπτειν πάλιν εἰσφέρειν τοὺς ὀφείλοντας εἰσπράττειν, 22.49αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότʼ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδʼ, εἰ μὴ τούτους ἐνόμιζʼ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δʼ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, διʼ ὧν ἠργολάβει καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν, τοὺς ἕνδεκα γράψας ἀκολουθεῖν μεθʼ ἑαυτοῦ. 22.50εἶτʼ ἔχων τούτους ἦγʼ ἐπὶ τὰς ὑμετέρας οἰκίας. καὶ τὸν μὲν Εὐκτήμονα, ὃν εἰσπράξειν καταθήσειν αὐτὸς ἔφη τὰς εἰσφοράς, οὐδὲν εἶχεν ἐλέγχειν περὶ τούτων, ὑμᾶς δʼ εἰσέπραττεν, ὥσπερ οὐ διὰ τὴν Εὐκτήμονος ἔχθραν ἐπὶ ταῦτʼ ἐλθών, ἀλλὰ διὰ τὴν ὑμετέραν. 22.51καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν ὡς οὐ χρῆν εἰσπράττειν τοὺς ὀφείλοντας. χρῆν γάρ. ἀλλὰ πῶς; ὡς νόμος κελεύει· τῶν ἄλλων ἕνεκα· τοῦτο γάρ ἐστι δημοτικόν. οὐ γὰρ τοσοῦτον, ἄνδρες Ἀθηναῖοι, τοσούτων χρημάτων τοῦτον τὸν τρόπον εἰσπραχθέντων ὠφέλησθε, ὅσον ἐζημίωσθε τοιούτων ἐθῶν εἰς τὴν πολιτείαν εἰσαγομένων. εἰ γὰρ θέλετʼ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτʼ ἐν δημοκρατίᾳ ζῆν ἐν ὀλιγαρχίᾳ, τοῦτʼ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερʼ ἐστὶν ἐν δημοκρατίᾳ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.45 Dem. 22.50 (English) >>Dem. 22.53

Powered by PhiloLogic